Livre de Job
3,5 ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπ αὐτὴν γνόφος. ( ) 3,6 καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκαιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν· ( ) 3,7 ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή· ( ) 3,8 ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. ( ) 3,9 σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, ( )

3,10 ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου· ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.


( )
3,11 διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην., ( ) 3,12 ἵνα τί δὲ συνήντησάν μοι γόνατα., ἵνα τί δὲ μαστοὺς ἐθήλασα., ( ) 3,13 νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην ( ) 3,14 μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν, ( ) 3,15 ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34