Second Livre des Macchabées
14,35 Σὺ κύριε τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσθαι· ( ) 14,36 καὶ νῦν, ἅγιε παντὸς ἁγιασμοῦ κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἶκον. ( ) 14,37 Ραζις δέ τις τῶν ἀπὸ Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ιουδαίων προσαγορευόμενος. ( ) 14,38 ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμειξίας κρίσιν εἰσενηνεγμένος Ιουδαισμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ Ιουδαισμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας. ( ) 14,39 βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχεν πρὸς τοὺς Ιουδαίους δυσμένειαν, ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν· ( )

14,40 ἔδοξεν γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐνεργάσασθαι συμφοράν.


( )
14,41 τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ τὸ ξίφος ( ) 14,42 εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι. ( ) 14,43 τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων ἔσω τῶν θυρωμάτων εἰσβαλλόντων ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους. ( ) 14,44 τῶν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἦλθεν κατὰ μέσον τὸν κενεῶνα. ( ) 14,45 ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων δρόμῳ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: