Livre de la Genèse
49,12 χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. ( ) 49,13 Ζαβουλων παράλιος κατοικήσει, καὶ αὐτὸς παρ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος. ( ) 49,14 Ισσαχαρ τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων· ( ) 49,15 καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός. ( ) 49,16 Δαν κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ισραηλ. ( )

49,17 καὶ γενηθήτω Δαν ὄφις ἐφ ὁδοῦ ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω.


( )
49,18 τὴν σωτηρίαν περιμένω κυρίου. ( ) 49,19 Γαδ, πειρατήριον πειρατεύσει αὐτόν, αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας. ( ) 49,20 Ασηρ, πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν. ( ) 49,21 Νεφθαλι στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γενήματι κάλλος. ( ) 49,22 Υἱὸς ηὐξημένος Ιωσηφ, υἱὸς ηὐξημένος ζηλωτός, υἱός μου νεώτατος· πρός με ἀνάστρεψον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: