Livre de la Genèse
48,17 ἰδὼν δὲ Ιωσηφ ὅτι ἐπέβαλεν ὁ πατὴρ τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Εφραιμ, βαρὺ αὐτῷ κατεφάνη, καὶ ἀντελάβετο Ιωσηφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς Εφραιμ ἐπὶ τὴν κεφαλὴν Μανασση. ( ) 48,18 εἶπεν δὲ Ιωσηφ τῷ πατρὶ αὐτοῦ Οὐχ οὕτως, πάτερ· οὗτος γὰρ ὁ πρωτότοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. ( ) 48,19 καὶ οὐκ ἠθέλησεν, ἀλλὰ εἶπεν Οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται, ἀλλὰ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν. ( ) 48,20 καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Ἐν ὑμῖν εὐλογηθήσεται Ισραηλ λέγοντες Ποιήσαι σε ὁ θεὸς ὡς Εφραιμ καὶ ὡς Μανασση· καὶ ἔθηκεν τὸν Εφραιμ ἔμπροσθεν τοῦ Μανασση. ( ) 48,21 εἶπεν δὲ Ισραηλ τῷ Ιωσηφ Ἰδοὺ ἐγὼ ἀποθνῄσκω, καὶ ἔσται ὁ θεὸς μεθ ὑμῶν καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν· ( )

48,22 ἐγὼ δὲ δίδωμί σοι Σικιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Αμορραίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ.


( )
49,1 Ἐκάλεσεν δὲ Ιακωβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπ ἐσχάτων τῶν ἡμερῶν· ( ) 49,2 ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ιακωβ, ἀκούσατε Ισραηλ τοῦ πατρὸς ὑμῶν. ( ) 49,3 Ρουβην, πρωτότοκός μου σύ, ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης. ( ) 49,4 ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς· ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνήν, οὗ ἀνέβης. ( ) 49,5 Συμεων καὶ Λευι ἀδελφοί· συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: