Second Livre des Macchabées
8,29 ταῦτα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετείαν ποιησάμενοι τὸν ἐλεήμονα κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὑτοῦ δούλοις. ( ) 8,30 Καὶ τοῖς περὶ Τιμόθεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο καὶ λάφυρα πλείονα ἐμερίσαντο ἰσομοίρους αὑτοῖς καὶ τοῖς ᾐκισμένοις καὶ ὀρφανοῖς καὶ χήραις, ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσ ( ) 8,31 ὁπλολογήσαντες δὲ αὑτοὺς ἐπιμελῶς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς Ιεροσόλυμα. ( ) 8,32 τὸν δὲ φυλάρχην τῶν περὶ Τιμόθεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ιουδαίους ἐπιλελυπηκότα. ( ) 8,33 ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας καὶ Καλλισθένην ὑφῆψαν εἰς ἓν οἰκίδιον πεφευγότα, καὶ τὸν ἄξιον τῆς δυσσεβείας ἐκομίσατο μισθόν. ( )

8,34 ὁ δὲ τρισαλιτήριος Νικάνωρ ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πρᾶσιν τῶν Ιουδαίων ἀγαγὼν


( )
8,35 ταπεινωθεὶς ὑπὸ τῶν κατ αὐτὸν νομιζομένων ἐλαχίστων εἶναι τῇ τοῦ κυρίου βοηθείᾳ τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα διὰ τῆς μεσογείου δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας ἧκεν εἰς Ἀντιόχειαν ὑπὲρ ἅπαν εὐημερηκὼς ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ. ( ) 8,36 καὶ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν Ιεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι κατήγγελλεν ὑπέρμαχον ἔχειν τοὺς Ιουδαίους καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ιουδαίους διὰ τὸ ἀκολουθεῖν τοῖς ὑπ αὐτοῦ προτεταγμένοις νόμοις. ( ) 9,1 Περὶ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν Ἀντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν περὶ τὴν Περσίδα τόπων. ( 1M 6,1 , ) 9,2 εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν καὶ ἐπεχείρησεν ἱεροσυλεῖν καὶ τὴν πόλιν συνέχειν· διὸ δὴ τῶν πληθῶν ὁρμησάντων ἐπὶ τὴν τῶν ὅπλων βοήθειαν ἐτράπησαν, καὶ συνέβη τροπωθέντα τὸν Ἀντίοχον ὑπὸ τῶν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι. ( ) 9,3 ὄντι δὲ αὐτῷ κατ Ἐκβάτανα προσέπεσεν τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόθεον γεγονότα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: