Livre de la Genèse
48,8 ἰδὼν δὲ Ισραηλ τοὺς υἱοὺς Ιωσηφ εἶπεν Τίνες σοι οὗτοι., ( ) 48,9 εἶπεν δὲ Ιωσηφ τῷ πατρὶ αὐτοῦ Υἱοί μού εἰσιν, οὓς ἔδωκέν μοι ὁ θεὸς ἐνταῦθα. καὶ εἶπεν Ιακωβ Προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς. ( ) 48,10 οἱ δὲ ὀφθαλμοὶ Ισραηλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς. ( ) 48,11 καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηφ Ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέν μοι ὁ θεὸς καὶ τὸ σπέρμα σου. ( ) 48,12 καὶ ἐξήγαγεν Ιωσηφ αὐτοὺς ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς. ( )

48,13 λαβὼν δὲ Ιωσηφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Εφραιμ ἐν τῇ δεξιᾷ ἐξ ἀριστερῶν δὲ Ισραηλ, τὸν δὲ Μανασση ἐν τῇ ἀριστερᾷ ἐκ δεξιῶν δὲ Ισραηλ, ἤγγισεν αὐτοὺς αὐτῷ.


( )
48,14 ἐκτείνας δὲ Ισραηλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Εφραιμ – οὗτος δὲ ἦν ὁ νεώτεροσ – καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασση, ἐναλλὰξ τὰς χεῖρας. ( ) 48,15 καὶ ηὐλόγησεν αὐτοὺς καὶ εἶπεν Ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτοῦ Αβρααμ καὶ Ισαακ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης, ( ) 48,16 ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα, καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τῶν πατέρων μου Αβρααμ καὶ Ισαακ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς. ( ) 48,17 ἰδὼν δὲ Ιωσηφ ὅτι ἐπέβαλεν ὁ πατὴρ τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Εφραιμ, βαρὺ αὐτῷ κατεφάνη, καὶ ἀντελάβετο Ιωσηφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς Εφραιμ ἐπὶ τὴν κεφαλὴν Μανασση. ( ) 48,18 εἶπεν δὲ Ιωσηφ τῷ πατρὶ αὐτοῦ Οὐχ οὕτως, πάτερ· οὗτος γὰρ ὁ πρωτότοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: