Livre de la Genèse
47,31 εἶπεν δέ Ὄμοσόν μοι. καὶ ὤμοσεν αὐτῷ. καὶ προσεκύνησεν Ισραηλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. ( ) 48,1 Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀπηγγέλη τῷ Ιωσηφ ὅτι Ὁ πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασση καὶ τὸν Εφραιμ, ἦλθεν πρὸς Ιακωβ. ( ) 48,2 ἀπηγγέλη δὲ τῷ Ιακωβ λέγοντες Ἰδοὺ ὁ υἱός σου Ιωσηφ ἔρχεται πρὸς σέ. καὶ ἐνισχύσας Ισραηλ ἐκάθισεν ἐπὶ τὴν κλίνην. ( ) 48,3 καὶ εἶπεν Ιακωβ τῷ Ιωσηφ Ὁ θεός μου ὤφθη μοι ἐν Λουζα ἐν γῇ Χανααν καὶ εὐλόγησέν με ( ) 48,4 καὶ εἶπέν μοι Ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον. ( )

48,5 νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον ἐμοί εἰσιν, Εφραιμ καὶ Μανασση ὡς Ρουβην καὶ Συμεων ἔσονταί μοι·


( )
48,6 τὰ δὲ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, σοὶ ἔσονται, ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις. ( ) 48,7 ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανεν Ραχηλ ἡ μήτηρ σου ἐν γῇ Χανααν ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον χαβραθα τῆς γῆς τοῦ ἐλθεῖν Εφραθα, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου [αὕτη ἐστὶν Βαιθλεεμ]. ( ) 48,8 ἰδὼν δὲ Ισραηλ τοὺς υἱοὺς Ιωσηφ εἶπεν Τίνες σοι οὗτοι., ( ) 48,9 εἶπεν δὲ Ιωσηφ τῷ πατρὶ αὐτοῦ Υἱοί μού εἰσιν, οὓς ἔδωκέν μοι ὁ θεὸς ἐνταῦθα. καὶ εἶπεν Ιακωβ Προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς. ( ) 48,10 οἱ δὲ ὀφθαλμοὶ Ισραηλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: