Premier Livre des Macchabées
14,45 ὃς δ ἂν παρὰ ταῦτα ποιήσῃ ἢ ἀθετήσῃ τι τούτων, ἔνοχος ἔσται. ( ) 14,46 καὶ εὐδόκησεν πᾶς ὁ λαὸς θέσθαι Σιμωνι ποιῆσαι κατὰ τοὺς λόγους τούτους. ( ) 14,47 καὶ ἐπεδέξατο Σιμων καὶ εὐδόκησεν ἀρχιερατεύειν καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν Ιουδαίων καὶ ἱερέων καὶ τοῦ προστατῆσαι πάντων. ( ) 14,48 καὶ τὴν γραφὴν ταύτην εἶπον θέσθαι ἐν δέλτοις χαλκαῖς καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ ἐπισήμῳ, ( ) 14,49 τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ, ὅπως ἔχῃ Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ. ( )

15,1 Καὶ ἀπέστειλεν Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σιμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν Ιουδαίων καὶ παντὶ τῷ ἔθνει,


( )
15,2 καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον Βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ καὶ ἐθνάρχῃ καὶ ἔθνει Ιουδαίων χαίρειν. ( ) 15,3 ἐπεί τινες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βούλομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας, ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν τὸ πρότερον, ἐξενολόγησα δὲ πλῆθος δυνάμεων καὶ κατεσκεύασα πλοῖα πολεμικά, ( ) 15,4 βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ μου, ( ) 15,5 νῦν οὖν ἵστημί σοι πάντα τὰ ἀφέματα, ἃ ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἄλλα δόματα ἀφῆκάν σοι. ( ) 15,6 καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον, νόμισμα τῇ χώρᾳ σου, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: