Premier Livre des Macchabées
14,9 πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο, πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο, καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου. ( ) 14,10 ταῖς πόλεσιν ἐχορήγησεν βρώματα καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως, ἕως ὅτου ὠνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου γῆς. ( ) 14,11 ἐποίησεν εἰρήνην ἐπὶ τῆς γῆς, καὶ εὐφράνθη Ισραηλ εὐφροσύνην μεγάλην. ( ) 14,12 καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς. ( ) 14,13 καὶ ἐξέλιπεν πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς, καὶ οἱ βασιλεῖς συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις. ( )

14,14 καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ· τὸν νόμον ἐξεζήτησεν καὶ ἐξῆρεν πάντα ἄνομον καὶ πονηρόν·


( )
14,15 τὰ ἅγια ἐδόξασεν καὶ ἐπλήθυνεν τὰ σκεύη τῶν ἁγίων. ( ) 14,16 Καὶ ἠκούσθη ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ιωναθαν καὶ ἕως Σπάρτης, καὶ ἐλυπήθησαν σφόδρα. ( ) 14,17 ὡς δὲ ἤκουσαν ὅτι Σιμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀρχιερεὺς ἀντ αὐτοῦ καὶ αὐτὸς ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ, ( ) 14,18 ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν, ἣν ἔστησαν πρὸς Ιουδαν καὶ Ιωναθαν τοὺς ἀδελφοὺς αὐτοῦ. ( ) 14,19 καὶ ἀνεγνώσθησαν ἐνώπιον τῆς ἐκκλησίας ἐν Ιερουσαλημ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: