Premier Livre des Macchabées
13,35 καὶ ἀπέστειλεν αὐτῷ Δημήτριος ὁ βασιλεὺς κατὰ τοὺς λόγους τούτους καὶ ἀπεκρίθη αὐτῷ καὶ ἔγραψεν αὐτῷ ἐπιστολὴν τοιαύτην ( ) 13,36 Βασιλεὺς Δημήτριος Σιμωνι ἀρχιερεῖ καὶ φίλῳ βασιλέων καὶ πρεσβυτέροις καὶ ἔθνει Ιουδαίων χαίρειν. ( ) 13,37 τὸν στέφανον τὸν χρυσοῦν καὶ τὴν βαίνην, ἣν ἀπεστείλατε, κεκομίσμεθα καὶ ἕτοιμοί ἐσμεν τοῦ ποιεῖν ὑμῖν εἰρήνην μεγάλην καὶ γράφειν τοῖς ἐπὶ τῶν χρειῶν τοῦ ἀφιέναι ὑμῖν τὰ ἀφέματα. ( ) 13,38 καὶ ὅσα ἐστήσαμεν πρὸς ὑμᾶς, ἕστηκεν, καὶ τὰ ὀχυρώματα, ἃ ᾠκοδομήσατε, ὑπαρχέτω ὑμῖν. ( ) 13,39 ἀφίεμεν δὲ ἀγνοήματα καὶ τὰ ἁμαρτήματα ἕως τῆς σήμερον ἡμέρας καὶ τὸν στέφανον, ὃν ὠφείλετε, καὶ εἴ τι ἄλλο ἐτελωνεῖτο ἐν Ιερουσαλημ, μηκέτι τελωνείσθω. ( )

13,40 καὶ εἴ τινες ἐπιτήδειοι ὑμῶν γραφῆναι εἰς τοὺς περὶ ἡμᾶς, ἐγγραφέσθωσαν, καὶ γινέσθω ἀνὰ μέσον ἡμῶν εἰρήνη.


( )
13,41 Ἔτους ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἤρθη ὁ ζυγὸς τῶν ἐθνῶν ἀπὸ τοῦ Ισραηλ, ( ) 13,42 καὶ ἤρξατο ὁ λαὸς γράφειν ἐν ταῖς συγγραφαῖς καὶ συναλλάγμασιν Ἔτους πρώτου ἐπὶ Σιμωνος ἀρχιερέως μεγάλου καὶ στρατηγοῦ καὶ ἡγουμένου Ιουδαίων. ( ) 13,43 Ἐν ταῖς ἡμέραις ἐκείναις παρενέβαλεν ἐπὶ Γαζαρα καὶ ἐκύκλωσεν αὐτὴν παρεμβολαῖς καὶ ἐποίησεν ἑλεόπολιν καὶ προσήγαγεν τῇ πόλει καὶ ἐπάταξεν πύργον ἕνα καὶ κατελάβετο. ( ) 13,44 καὶ ἐξήλλοντο οἱ ἐν τῇ ἑλεοπόλει εἰς τὴν πόλιν, καὶ ἐγένετο κίνημα μέγα ἐν τῇ πόλει. ( ) 13,45 καὶ ἀνέβησαν οἱ ἐν τῇ πόλει σὺν γυναιξὶν καὶ τοῖς τέκνοις ἐπὶ τὸ τεῖχος διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ ἐβόησαν φωνῇ μεγάλῃ ἀξιοῦντες Σιμωνα δεξιὰς αὐτοῖς δοῦναι ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: