Premier Livre des Macchabées
13,6 πλὴν ἐκδικήσω περὶ τοῦ ἔθνους μου καὶ περὶ τῶν ἁγίων καὶ περὶ τῶν γυναικῶν καὶ τέκνων ὑμῶν, ὅτι συνήχθησαν πάντα τὰ ἔθνη ἐκτρῖψαι ἡμᾶς ἔχθρας χάριν. ( ) 13,7 καὶ ἀνεζωπύρησεν τὸ πνεῦμα τοῦ λαοῦ ἅμα τοῦ ἀκοῦσαι τῶν λόγων τούτων, ( ) 13,8 καὶ ἀπεκρίθησαν φωνῇ μεγάλῃ λέγοντες Σὺ εἶ ἡμῶν ἡγούμενος ἀντὶ Ιουδου καὶ Ιωναθου τοῦ ἀδελφοῦ σου· ( ) 13,9 πολέμησον τὸν πόλεμον ἡμῶν, καὶ πάντα, ὅσα ἂν εἴπῃς ἡμῖν, ποιήσομεν. ( ) 13,10 καὶ συνήγαγεν πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἐτάχυνεν τοῦ τελέσαι τὰ τείχη Ιερουσαλημ καὶ ὠχύρωσεν αὐτὴν κυκλόθεν. ( )

13,11 καὶ ἀπέστειλεν Ιωναθαν τὸν τοῦ Αψαλωμου καὶ μετ αὐτοῦ δύναμιν ἱκανὴν εἰς Ιοππην, καὶ ἐξέβαλεν τοὺς ὄντας ἐν αὐτῇ καὶ ἔμεινεν ἐκεῖ ἐν αὐτῇ.


( )
13,12 Καὶ ἀπῆρεν Τρύφων ἀπὸ Πτολεμαίδος μετὰ δυνάμεως πολλῆς ἐλθεῖν εἰς γῆν Ιουδα, καὶ Ιωναθαν μετ αὐτοῦ ἐν φυλακῇ. ( ) 13,13 Σιμων δὲ παρενέβαλεν ἐν Αδιδοις κατὰ πρόσωπον τοῦ πεδίου. ( ) 13,14 καὶ ἐπέγνω Τρύφων ὅτι ἀνέστη Σιμων ἀντὶ Ιωναθου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ὅτι συνάπτειν αὐτῷ μέλλει πόλεμον, καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις λέγων ( ) 13,15 Περὶ ἀργυρίου, οὗ ὤφειλεν Ιωναθαν ὁ ἀδελφός σου εἰς τὸ βασιλικὸν δι ἃς εἶχεν χρείας, συνέχομεν αὐτόν· ( ) 13,16 καὶ νῦν ἀπόστειλον ἀργυρίου τάλαντα ἑκατὸν καὶ δύο τῶν υἱῶν αὐτοῦ ὅμηρα, ὅπως μὴ ἀφεθεὶς ἀποστατήσῃ ἀφ ἡμῶν, καὶ ἀφήσομεν αὐτόν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: