Premier Livre des Macchabées
12,28 καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ιωναθαν καὶ οἱ παρ αὐτοῦ εἰς πόλεμον, καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν. ( ) 12,29 Ιωναθαν δὲ καὶ οἱ παρ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωί, ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα. ( ) 12,30 καὶ κατεδίωξεν Ιωναθαν ὀπίσω αὐτῶν καὶ οὐ κατέλαβεν αὐτούς, διέβησαν γὰρ τὸν Ἐλεύθερον ποταμόν. ( ) 12,31 καὶ ἐξέκλινεν Ιωναθαν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν. ( ) 12,32 καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ. ( )

12,33 καὶ Σιμων ἐξῆλθεν καὶ διώδευσεν ἕως Ἀσκαλῶνος καὶ τὰ πλησίον ὀχυρώματα καὶ ἐξέκλινεν εἰς Ιοππην καὶ προκατελάβετο αὐτήν·


( )
12,34 ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου· καὶ ἔθετο ἐκεῖ φρουράν, ὅπως φυλάσσωσιν αὐτήν. ( ) 12,35 καὶ ἐπέστρεψεν Ιωναθαν καὶ ἐξεκκλησίασεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ ἐβουλεύετο μετ αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ Ιουδαίᾳ ( ) 12,36 καὶ προσυψῶσαι τὰ τείχη Ιερουσαλημ καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως, ἵνα ᾖ αὕτη κατὰ μόνας, ὅπως μήτε ἀγοράζωσιν μήτε πωλῶσιν. ( ) 12,37 καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν, καὶ ἔπεσεν τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου, καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαφεναθα. ( ) 12,38 καὶ Σιμων ᾠκοδόμησεν τὴν Αδιδα ἐν τῇ Σεφηλα καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησεν θύρας καὶ μοχλούς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: