Livre de la Genèse
46,18 οὗτοι υἱοὶ Ζελφας, ἣν ἔδωκεν Λαβαν Λεια τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ιακωβ, δέκα ἓξ ψυχάς. ( ) 46,19 υἱοὶ δὲ Ραχηλ γυναικὸς Ιακωβ· Ιωσηφ καὶ Βενιαμιν. ( ) 46,20 ἐγένοντο δὲ υἱοὶ Ιωσηφ ἐν γῇ Αἰγύπτῳ, οὓς ἔτεκεν αὐτῷ Ασεννεθ θυγάτηρ Πετεφρη ἱερέως Ἡλίου πόλεως, τὸν Μανασση καὶ τὸν Εφραιμ. ἐγένοντο δὲ υἱοὶ Μανασση, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχιρ· Μαχιρ δὲ ἐγέννησεν τὸν Γαλααδ. υἱοὶ δὲ Εφραιμ ἀδελφοῦ Μαν ( ) 46,21 υἱοὶ δὲ Βενιαμιν· Βαλα καὶ Χοβωρ καὶ Ασβηλ. ἐγένοντο δὲ υἱοὶ Βαλα· Γηρα καὶ Νοεμαν καὶ Αγχις καὶ Ρως καὶ Μαμφιν καὶ Οφιμιν· Γηρα δὲ ἐγέννησεν τὸν Αραδ. ( ) 46,22 οὗτοι υἱοὶ Ραχηλ, οὓς ἔτεκεν τῷ Ιακωβ· πᾶσαι ψυχαὶ δέκα ὀκτώ. ( )

46,23 υἱοὶ δὲ Δαν· Ασομ.


( )
46,24 καὶ υἱοὶ Νεφθαλι· Ασιηλ καὶ Γωυνι καὶ Ισσααρ καὶ Συλλημ. ( ) 46,25 οὗτοι υἱοὶ Βαλλας, ἣν ἔδωκεν Λαβαν Ραχηλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ιακωβ· πᾶσαι ψυχαὶ ἑπτά. ( ) 46,26 πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ιακωβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ιακωβ, πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ. ( ) 46,27 υἱοὶ δὲ Ιωσηφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ιακωβ αἱ εἰσελθοῦσαι εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε. ( Ex 1,5 , ) 46,28 Τὸν δὲ Ιουδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ιωσηφ συναντῆσαι αὐτῷ καθ Ἡρώων πόλιν εἰς γῆν Ραμεσση. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 2 document(s) de référence: , § La Trinité 07 unité de substance § 7,