Premier Livre des Macchabées
10,51 Καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων ( ) 10,52 Ἐπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐνεκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν ( ) 10,53 καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ· ( ) 10,54 καὶ νῦν στήσωμεν πρὸς αὑτοὺς φιλίαν, καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου. ( ) 10,55 Καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων Ἀγαθὴ ἡμέρα, ἐν ᾗ ἐπέστρεψας εἰς γῆν πατέρων σου καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν. ( )

10,56 καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι, καθὼς εἴρηκας.


( )
10,57 Καὶ ἐξῆλθεν Πτολεμαῖος ἐξ Αἰγύπτου, αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ ἦλθεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ. ( ) 10,58 καὶ ἀπήντησεν αὐτῷ Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδετο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ καὶ ἐποίησεν τὸν γάμον αὐτῆς ἐν Πτολεμαίδι καθὼς οἱ βασιλεῖς ἐν δόξῃ μεγάλῃ. – ( ) 10,59 καὶ ἔγραψεν Ἀλέξανδρος ὁ βασιλεὺς Ιωναθη ἐλθεῖν εἰς συνάντησιν αὐτῷ. ( ) 10,60 καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρεν χάριν ἐνώπιον αὐτῶν. ( ) 10,61 καὶ ἐπισυνήχθησαν ἐπ αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ισραηλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατ αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: