Livre de la Genèse
46,11 υἱοὶ δὲ Λευι· Γηρσων, Κααθ καὶ Μεραρι. ( ) 46,12 υἱοὶ δὲ Ιουδα· Ηρ καὶ Αυναν καὶ Σηλωμ καὶ Φαρες καὶ Ζαρα· ἀπέθανεν δὲ Ηρ καὶ Αυναν ἐν γῇ Χανααν· ἐγένοντο δὲ υἱοὶ Φαρες Ασρων καὶ Ιεμουηλ. ( ) 46,13 υἱοὶ δὲ Ισσαχαρ· Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Ζαμβραμ. ( ) 46,14 υἱοὶ δὲ Ζαβουλων· Σερεδ καὶ Αλλων καὶ Αλοηλ. ( ) 46,15 οὗτοι υἱοὶ Λειας, οὓς ἔτεκεν τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Διναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς. ( )

46,16 υἱοὶ δὲ Γαδ· Σαφων καὶ Αγγις καὶ Σαυνις καὶ Θασοβαν καὶ Αηδις καὶ Αροηδις καὶ Αροηλις.


( )
46,17 υἱοὶ δὲ Ασηρ· Ιεμνα καὶ Ιεσουα καὶ Ιεουλ καὶ Βαρια, καὶ Σαρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαρια· Χοβορ καὶ Μελχιηλ. ( ) 46,18 οὗτοι υἱοὶ Ζελφας, ἣν ἔδωκεν Λαβαν Λεια τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκεν τούτους τῷ Ιακωβ, δέκα ἓξ ψυχάς. ( ) 46,19 υἱοὶ δὲ Ραχηλ γυναικὸς Ιακωβ· Ιωσηφ καὶ Βενιαμιν. ( ) 46,20 ἐγένοντο δὲ υἱοὶ Ιωσηφ ἐν γῇ Αἰγύπτῳ, οὓς ἔτεκεν αὐτῷ Ασεννεθ θυγάτηρ Πετεφρη ἱερέως Ἡλίου πόλεως, τὸν Μανασση καὶ τὸν Εφραιμ. ἐγένοντο δὲ υἱοὶ Μανασση, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχιρ· Μαχιρ δὲ ἐγέννησεν τὸν Γαλααδ. υἱοὶ δὲ Εφραιμ ἀδελφοῦ Μαν ( ) 46,21 υἱοὶ δὲ Βενιαμιν· Βαλα καὶ Χοβωρ καὶ Ασβηλ. ἐγένοντο δὲ υἱοὶ Βαλα· Γηρα καὶ Νοεμαν καὶ Αγχις καὶ Ρως καὶ Μαμφιν καὶ Οφιμιν· Γηρα δὲ ἐγέννησεν τὸν Αραδ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 2 document(s) de référence: , § La Trinité 07 unité de substance § 7,