Premier Livre des Macchabées
9,43 καὶ ἤκουσεν Βακχίδης καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ Ιορδάνου ἐν δυνάμει πολλῇ. ( ) 9,44 καὶ εἶπεν Ιωναθαν τοῖς παρ αὐτοῦ Ἀναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ( ) 9,45 ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι· ( ) 9,46 νῦν οὖν κεκράξατε εἰς τὸν οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν. ( ) 9,47 καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ιωναθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ αὐτοῦ εἰς τὰ ὀπίσω. ( )

9,48 καὶ ἐνεπήδησεν Ιωναθαν καὶ οἱ μετ αὐτοῦ εἰς τὸν Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ αὐτοὺς τὸν Ιορδάνην.


( )
9,49 ἔπεσον δὲ παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας. ( ) 9,50 καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιθωρων καὶ τὴν Βαιθηλ καὶ τὴν Θαμναθα Φαραθων καὶ τὴν Τεφων, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς· ( ) 9,51 καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ισραηλ. ( ) 9,52 καὶ ὠχύρωσεν τὴν πόλιν τὴν Βαιθσουραν καὶ Γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων. ( ) 9,53 καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ιερουσαλημ ἐν φυλακῇ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: