Premier Livre des Macchabées
9,26 καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς. ( ) 9,27 καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ισραηλ, ἥτις οὐκ ἐγένετο ἀφ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς. ( ) 9,28 καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναθαν ( ) 9,29 Ἀφ οὗ ὁ ἀδελφός σου Ιουδας τετελεύτηκεν, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν καὶ εἰσελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν· ( ) 9,30 νῦν οὖν σὲ ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν. ( )
9,31 καὶ ἐπεδέξατο Ιωναθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ Ιουδου τοῦ ἀδελφοῦ αὐτοῦ.
( )
9,32 Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι. ( ) 9,33 καὶ ἔγνω Ιωναθαν καὶ Σιμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ασφαρ. ( ) 9,34 καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ιορδάνου. – ( ) 9,35 καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ τοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν. ( ) 9,36 καὶ ἐξῆλθον οἱ υἱοὶ Ιαμβρι οἱ ἐκ Μηδαβα καὶ συνέλαβον Ιωαννην καὶ πάντα, ὅσα εἶχεν, καὶ ἀπῆλθον ἔχοντες. ( )
trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: