Premier Livre des Macchabées
9,19 καὶ ἦρεν Ιωναθαν καὶ Σιμων Ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδειν. ( ) 9,20 καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον ( ) 9,21 Πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν Ισραηλ. ( ) 9,22 καὶ τὰ περισσὰ τῶν λόγων Ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν, ὧν ἐποίησεν, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη· πολλὰ γὰρ ἦν σφόδρα. ( ) 9,23 Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ισραηλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν. ( )
9,24 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ αὐτομόλησεν ἡ χώρα μετ αὐτῶν.
( )
9,25 καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας. ( ) 9,26 καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους Ιουδου καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς. ( ) 9,27 καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ Ισραηλ, ἥτις οὐκ ἐγένετο ἀφ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς. ( ) 9,28 καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι Ιουδου καὶ εἶπον τῷ Ιωναθαν ( ) 9,29 Ἀφ οὗ ὁ ἀδελφός σου Ιουδας τετελεύτηκεν, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν καὶ εἰσελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν· ( )
trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: