Livre de la Genèse
46,6 καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χανααν, εἰσῆλθον εἰς Αἴγυπτον, Ιακωβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ αὐτοῦ, ( ) 46,7 υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον. ( ) 46,8 Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον. Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ· πρωτότοκος Ιακωβ Ρουβην. ( Gn 10,1 , ) 46,9 υἱοὶ δὲ Ρουβην· Ενωχ καὶ Φαλλους, Ασρων καὶ Χαρμι. ( ) 46,10 υἱοὶ δὲ Συμεων· Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ υἱὸς τῆς Χανανίτιδος. ( )

46,11 υἱοὶ δὲ Λευι· Γηρσων, Κααθ καὶ Μεραρι.


( )
46,12 υἱοὶ δὲ Ιουδα· Ηρ καὶ Αυναν καὶ Σηλωμ καὶ Φαρες καὶ Ζαρα· ἀπέθανεν δὲ Ηρ καὶ Αυναν ἐν γῇ Χανααν· ἐγένοντο δὲ υἱοὶ Φαρες Ασρων καὶ Ιεμουηλ. ( ) 46,13 υἱοὶ δὲ Ισσαχαρ· Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Ζαμβραμ. ( ) 46,14 υἱοὶ δὲ Ζαβουλων· Σερεδ καὶ Αλλων καὶ Αλοηλ. ( ) 46,15 οὗτοι υἱοὶ Λειας, οὓς ἔτεκεν τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Διναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς. ( ) 46,16 υἱοὶ δὲ Γαδ· Σαφων καὶ Αγγις καὶ Σαυνις καὶ Θασοβαν καὶ Αηδις καὶ Αροηδις καὶ Αροηλις. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 2 document(s) de référence: , § La Trinité 07 unité de substance § 7,