Premier Livre des Macchabées
8,31 καὶ περὶ τῶν κακῶν, ὧν ὁ βασιλεὺς Δημήτριος συντελεῖται εἰς αὐτούς, ἐγράψαμεν αὐτῷ λέγοντες Διὰ τί ἐβάρυνας τὸν ζυγόν σου ἐπὶ τοὺς φίλους ἡμῶν τοὺς συμμάχους Ιουδαίους., ( ) 8,32 ἐὰν οὖν ἔτι ἐντύχωσιν κατὰ σοῦ, ποιήσομεν αὐτοῖς τὴν κρίσιν καὶ πολεμήσομέν σε διὰ τῆς θαλάσσης καὶ διὰ τῆς ξηρᾶς. ( ) 9,1 Καὶ ἤκουσεν Δημήτριος ὅτι ἔπεσεν Νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ιουδα καὶ τὸ δεξιὸν κέρας μετ αὐτῶν. ( ) 9,2 καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς. ( ) 9,3 καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ Ιερουσαλημ· ( )

9,4 καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ.


( )
9,5 καὶ Ιουδας ἦν παρεμβεβληκὼς ἐν Ελασα, καὶ τρισχίλιοι ἄνδρες μετ αὐτοῦ ἐκλεκτοί. ( ) 9,6 καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ ἢ ὀκτακόσιοι ἄνδρες. ( ) 9,7 καὶ εἶδεν Ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς, ( ) 9,8 καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν Ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς. ( ) 9,9 καὶ ἀπέστρεφον αὐτὸν λέγοντες Οὐ μὴ δυνώμεθα, ἀλλ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν, ἐπιστρέψωμεν καὶ οἱ ἀδελφοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: