Premier Livre des Macchabées
7,31 καὶ ἔγνω Νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ Ιουδα ἐν πολέμῳ κατὰ Χαφαρσαλαμα. ( ) 7,32 καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακόσιοι ἄνδρες, καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυιδ. ( ) 7,33 Καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς ὄρος Σιων. καὶ ἐξῆλθον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως. ( ) 7,34 καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηφάνως· ( ) 7,35 καὶ ὤμοσεν μετὰ θυμοῦ λέγων Ἐὰν μὴ παραδοθῇ Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς χεῖράς μου τὸ νῦν, καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ, ἐμπυριῶ τὸν οἶκον τοῦτον. καὶ ἐξῆλθεν μετὰ θυμοῦ μεγάλου. ( )

7,36 καὶ εἰσῆλθον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ καὶ ἔκλαυσαν καὶ εἶπον


( )
7,37 Σὺ ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληθῆναι τὸ ὄνομά σου ἐπ αὐτοῦ εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου· ( ) 7,38 ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ, καὶ πεσέτωσαν ἐν ῥομφαίᾳ· μνήσθητι τῶν δυσφημιῶν αὐτῶν καὶ μὴ δῷς αὐτοῖς μονήν. ( ) 7,39 καὶ ἐξῆλθεν Νικάνωρ ἐξ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βαιθωρων, καὶ συνήντησεν αὐτῷ δύναμις Συρίας. ( ) 7,40 καὶ Ιουδας παρενέβαλεν ἐν Αδασα ἐν τρισχιλίοις ἀνδράσιν· καὶ προσηύξατο Ιουδας καὶ εἶπεν ( ) 7,41 Οἱ παρὰ τοῦ βασιλέως ὅτε ἐδυσφήμησαν, ἐξῆλθεν ὁ ἄγγελός σου καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: