Livre de la Genèse
45,22 καὶ πᾶσιν ἔδωκεν δισσὰς στολάς, τῷ δὲ Βενιαμιν ἔδωκεν τριακοσίους χρυσοῦς καὶ πέντε ἐξαλλασσούσας στολάς, ( ) 45,23 καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλεν κατὰ τὰ αὐτὰ καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν. ( ) 45,24 ἐξαπέστειλεν δὲ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ. ( ) 45,25 Καὶ ἀνέβησαν ἐξ Αἰγύπτου καὶ ἦλθον εἰς γῆν Χανααν πρὸς Ιακωβ τὸν πατέρα αὐτῶν ( ) 45,26 καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ὅτι Ὁ υἱός σου Ιωσηφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. καὶ ἐξέστη ἡ διάνοια Ιακωβ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς. ( )

45,27 ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ Ιωσηφ, ὅσα εἶπεν αὐτοῖς. ἰδὼν δὲ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ιωσηφ ὥστε ἀναλαβεῖν αὐτόν, ἀνεζωπύρησεν τὸ πνεῦμα Ιακωβ τοῦ πατρὸς αὐτῶν.


( )
45,28 εἶπεν δὲ Ισραηλ Μέγα μοί ἐστιν, εἰ ἔτι Ιωσηφ ὁ υἱός μου ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με. ( ) 46,1 Ἀπάρας δὲ Ισραηλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσεν θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ισαακ. ( ) 46,2 εἶπεν δὲ ὁ θεὸς Ισραηλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας Ιακωβ, Ιακωβ. ὁ δὲ εἶπεν Τί ἐστιν., ( ) 46,3 λέγων Ἐγώ εἰμι ὁ θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ, ( Gn 12,2 , Dt 26,5 ) 46,4 καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ιωσηφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: