Premier Livre des Macchabées
6,25 καὶ οὐκ ἐφ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν· ( ) 6,26 καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ιερουσαλημ τοῦ καταλαβέσθαι αὐτήν· καὶ τὸ ἁγίασμα καὶ τὴν Βαιθσουραν ὠχύρωσαν· ( ) 6,27 καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους, μείζονα τούτων ποιήσουσιν, καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν. ( ) 6,28 Καὶ ὠργίσθη ὁ βασιλεύς, ὅτε ἤκουσεν, καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτοῦ ἄρχοντας δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν· ( ) 6,29 καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί· ( )

6,30 καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον.


( )
6,31 καὶ ἦλθον διὰ τῆς Ιδουμαίας καὶ παρενέβαλον ἐπὶ Βαιθσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλθον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς. ( ) 6,32 καὶ ἀπῆρεν Ιουδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς Βαιθζαχαρια ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως. ( ) 6,33 καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωὶ καὶ ἀπῆρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιθζαχαρια, καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν. ( ) 6,34 καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον. ( ) 6,35 καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ θηρίῳ ἐκλελεγμένη· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: