Premier Livre des Macchabées
6,22 καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον Ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν., ( ) 6,23 ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου καὶ πορεύεσθαι τοῖς ὑπ αὐτοῦ λεγομένοις καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ. ( ) 6,24 καὶ περιεκάθηντο ἐπ αὐτὴν οἱ υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἠλλοτριοῦντο ἀφ ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμῶν, ἐθανατοῦντο, καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο. ( ) 6,25 καὶ οὐκ ἐφ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν· ( ) 6,26 καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ιερουσαλημ τοῦ καταλαβέσθαι αὐτήν· καὶ τὸ ἁγίασμα καὶ τὴν Βαιθσουραν ὠχύρωσαν· ( )
6,27 καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους, μείζονα τούτων ποιήσουσιν, καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν.
( )
6,28 Καὶ ὠργίσθη ὁ βασιλεύς, ὅτε ἤκουσεν, καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτοῦ ἄρχοντας δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν· ( ) 6,29 καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί· ( ) 6,30 καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον. ( ) 6,31 καὶ ἦλθον διὰ τῆς Ιδουμαίας καὶ παρενέβαλον ἐπὶ Βαιθσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλθον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς. ( ) 6,32 καὶ ἀπῆρεν Ιουδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς Βαιθζαχαρια ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως. ( )
trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: