Premier Livre des Macchabées
6,12 νῦν δὲ μιμνῄσκομαι τῶν κακῶν, ὧν ἐποίησα ἐν Ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας Ιουδα διὰ κενῆς. ( ) 6,13 ἔγνων ὅτι χάριν τούτων εὗρέν με τὰ κακὰ ταῦτα· καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ. ( ) 6,14 καὶ ἐκάλεσεν Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ· ( ) 6,15 καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν. ( ) 6,16 καὶ ἀπέθανεν ἐκεῖ Ἀντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ. ( )

6,17 καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς, καὶ κατέστησεν βασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ, ὃν ἐξέθρεψεν νεώτερον, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Εὐπάτωρ.


( )
6,18 Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ισραηλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες κακὰ δι ὅλου καὶ στήριγμα τοῖς ἔθνεσιν. ( ) 6,19 καὶ ἐλογίσατο Ιουδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπ αὐτούς· ( ) 6,20 καὶ συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ αὐτὴν ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ ἐποίησεν βελοστάσεις καὶ μηχανάς. ( ) 6,21 καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ, καὶ ἐκολλήθησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ Ισραηλ, ( ) 6,22 καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον Ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: