Premier Livre des Macchabées
6,11 καὶ εἶπα τῇ καρδίᾳ Ἕως τίνος θλίψεως ἦλθα καὶ κλύδωνος μεγάλου, ἐν ᾧ νῦν εἰμι., ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου. ( ) 6,12 νῦν δὲ μιμνῄσκομαι τῶν κακῶν, ὧν ἐποίησα ἐν Ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας Ιουδα διὰ κενῆς. ( ) 6,13 ἔγνων ὅτι χάριν τούτων εὗρέν με τὰ κακὰ ταῦτα· καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ. ( ) 6,14 καὶ ἐκάλεσεν Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ· ( ) 6,15 καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν. ( )

6,16 καὶ ἀπέθανεν ἐκεῖ Ἀντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ.


( )
6,17 καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς, καὶ κατέστησεν βασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ, ὃν ἐξέθρεψεν νεώτερον, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Εὐπάτωρ. ( ) 6,18 Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ισραηλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες κακὰ δι ὅλου καὶ στήριγμα τοῖς ἔθνεσιν. ( ) 6,19 καὶ ἐλογίσατο Ιουδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπ αὐτούς· ( ) 6,20 καὶ συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ αὐτὴν ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ ἐποίησεν βελοστάσεις καὶ μηχανάς. ( ) 6,21 καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ, καὶ ἐκολλήθησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ Ισραηλ, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: