Premier Livre des Macchabées
4,21 οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν Ιουδου παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν ( ) 4,22 ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων. ( ) 4,23 καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς, καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν. ( ) 4,24 καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. ( ) 4,25 καὶ ἐγενήθη σωτηρία μεγάλη τῷ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ( )

4,26 Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα.


( )
4,27 ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελεν, τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ, καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο ὁ βασιλεύς, ἐξέβη. ( ) 4,28 καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς. ( ) 4,29 καὶ ἦλθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις, καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν. ( ) 4,30 καὶ εἶδεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν Εὐλογητὸς εἶ, ὁ σωτὴρ Ισραηλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ιωναθου υἱοῦ Σαουλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ ( ) 4,31 οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ισραηλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: