Premier Livre des Macchabées
3,15 καὶ προσέθετο καὶ ἀνέβη μετ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ισραηλ. ( ) 3,16 καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων, καὶ ἐξῆλθεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός. ( ) 3,17 ὡς δὲ εἶδον τὴν παρεμβολὴν ἐρχομένην εἰς συνάντησιν αὐτῶν, εἶπον τῷ Ιουδα Τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτο ἰσχυρόν., καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον. ( ) 3,18 καὶ εἶπεν Ιουδας Εὔκοπόν ἐστιν συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων, καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις· ( ) 3,19 ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν, ἀλλ ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς. ( )

3,20 αὐτοὶ ἔρχονται ἐφ ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν τοῦ σκυλεῦσαι ἡμᾶς,


( )
3,21 ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν. ( ) 3,22 καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν, ὑμεῖς δὲ μὴ φοβεῖσθε ἀπ αὐτῶν. ( ) 3,23 ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο εἰς αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ. ( ) 3,24 καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρων ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους, οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιιμ. ( ) 3,25 καὶ ἤρξατο ὁ φόβος Ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἡ πτόη ἐπέπιπτεν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: