Premier Livre des Macchabées
2,63 σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπολεῖται. ( ) 2,64 τέκνα, ἀνδρίζεσθε καὶ ἰσχύσατε ἐν τῷ νόμῳ, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε. ( ) 2,65 καὶ ἰδοὺ Συμεων ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν, αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ἔσται ὑμῶν πατήρ. ( ) 2,66 καὶ Ιουδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ, αὐτὸς ἔσται ὑμῖν ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν. ( ) 2,67 καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν· ( )

2,68 ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου. –


( )
2,69 καὶ εὐλόγησεν αὐτούς· καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ. ( ) 2,70 καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει καὶ ἐτάφη ἐν τάφοις πατέρων αὐτοῦ ἐν Μωδειν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν. ( ) 3,1 Καὶ ἀνέστη Ιουδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. ( 1S 14,6 , 1S 17,47 ) 3,2 καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πάντες, ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ισραηλ μετ εὐφροσύνης. ( ) 3,3 καὶ ἐπλάτυνεν δόξαν τῷ λαῷ αὐτοῦ καὶ ἐνεδύσατο θώρακα ὡς γίγας καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ καὶ πολέμους συνεστήσατο σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: