Premier Livre des Macchabées
1,61 καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἴκους αὐτῶν καὶ τοὺς περιτετμηκότας αὐτούς. ( ) 1,62 καὶ πολλοὶ ἐν Ισραηλ ἐκραταιώθησαν καὶ ὠχυρώθησαν ἐν αὑτοῖς τοῦ μὴ φαγεῖν κοινὰ ( ) 1,63 καὶ ἐπεδέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσιν τοῖς βρώμασιν καὶ μὴ βεβηλώσωσιν διαθήκην ἁγίαν, καὶ ἀπέθανον. ( ) 1,64 καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ισραηλ σφόδρα. ( ) 2,1 Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθιας υἱὸς Ιωαννου τοῦ Συμεων ἱερεὺς τῶν υἱῶν Ιωαριβ ἀπὸ Ιερουσαλημ καὶ ἐκάθισεν ἐν Μωδειν. ( )

2,2 καὶ αὐτῷ υἱοὶ πέντε, Ιωαννης ὁ ἐπικαλούμενος Γαδδι,


( )
2,3 Σιμων ὁ καλούμενος Θασσι, ( ) 2,4 Ιουδας ὁ καλούμενος Μακκαβαῖος, ( ) 2,5 Ελεαζαρ ὁ καλούμενος Αυαραν, Ιωναθης ὁ καλούμενος Απφους. ( ) 2,6 καὶ εἶδεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ ( ) 2,7 καὶ εἶπεν Οἴμμοι, ἵνα τί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς ἁγίας πόλεως καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν, τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: