Livre de Judith
15,13 καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν, αὐτὴ καὶ αἱ μετ αὐτῆς, καὶ προῆλθεν παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ Ισραηλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνουν ἐν τῷ στόματι αὐτῶν. ( ) 15,14 καὶ ἐξῆρχεν Ιουδιθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ισραηλ, καὶ ὑπερεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην ( ) 16,1 καὶ εἶπεν Ιουδιθ Ἐξάρχετε τῷ θεῷ μου ἐν τυμπάνοις, ᾄσατε τῷ κυρίῳ ἐν κυμβάλοις, ἐναρμόσασθε αὐτῷ ψαλμὸν καὶ αἶνον, ὑψοῦτε καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, ( ) 16,2 ὅτι θεὸς συντρίβων πολέμους κύριος, ὅτι εἰς παρεμβολὰς αὐτοῦ ἐν μέσῳ λαοῦ ἐξείλατό με ἐκ χειρὸς καταδιωκόντων με. ( ) 16,3 ἦλθεν Ασσουρ ἐξ ὀρέων ἀπὸ βορρᾶ, ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ, ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξεν χειμάρρους, καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψεν βουνούς· ( )

16,4 εἶπεν ἐμπρήσειν τὰ ὅριά μου καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ῥομφαίᾳ καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν καὶ τὰς παρθένους μου σκυλεῦσαι.


( )
16,5 κύριος παντοκράτωρ ἠθέτησεν αὐτοὺς ἐν χειρὶ θηλείας. ( ) 16,6 οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων, οὐδὲ υἱοὶ τιτάνων ἐπάταξαν αὐτόν, οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτῷ, ἀλλὰ Ιουδιθ θυγάτηρ Μεραρι ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν, ( ) 16,7 ἐξεδύσατο γὰρ στολὴν χηρεύσεως αὐτῆς εἰς ὕψος τῶν πονούντων ἐν Ισραηλ, ἠλείψατο τὸ πρόσωπον αὐτῆς ἐν μυρισμῷ ( ) 16,8 καὶ ἐδήσατο τὰς τρίχας αὐτῆς ἐν μίτρᾳ καὶ ἔλαβεν στολὴν λινῆν εἰς ἀπάτην αὐτοῦ· ( ) 16,9 τὸ σανδάλιον αὐτῆς ἥρπασεν ὀφθαλμὸν αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτισεν ψυχὴν αὐτοῦ, διῆλθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: