Livre de Judith
13,18 καὶ εἶπεν αὐτῇ Οζιας Εὐλογητὴ σύ, θύγατερ, τῷ θεῷ τῷ ὑψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, καὶ εὐλογημένος κύριος ὁ θεός, ὃς ἔκτισεν τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύθυνέν σε εἰς τραῦμα κεφαλῆς ἄρχοντος ἐχθρῶν ἡμῶν· ( Lc 1,42 , ) 13,19 ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν θεοῦ ἕως αἰῶνος· ( ) 13,20 καὶ ποιήσαι σοι αὐτὰ ὁ θεὸς εἰς ὕψος αἰώνιον τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς, ἀνθ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλ ἐπεξῆλθες τῷ πτώματι ἡμῶν ἐπ εὐθεῖαν πορευθεῖσα ἐνώπιον τοῦ θεοῦ ἡμῶν. καὶ εἶπαν πᾶς ὁ λαός Γένοιτο γένοιτ ( ) 14,1 Καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ Ἀκούσατε δή μου, ἀδελφοί, καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν. ( ) 14,2 καὶ ἔσται ἡνίκα ἐὰν διαφαύσῃ ὁ ὄρθρος καὶ ἐξέλθῃ ὁ ἥλιος ἐπὶ τὴν γῆν, ἀναλήμψεσθε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμῶν καὶ ἐξελεύσεσθε πᾶς ἀνὴρ ἰσχύων ἔξω τῆς πόλεως καὶ δώσετε ἀρχηγὸν εἰς αὐτοὺς ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς τὴν προφυλακὴν υἱῶν Ασσουρ, ( )

14,3 καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ασσουρ· καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν, καὶ ἐπιπεσεῖται ἐπ αὐτοὺς φόβος, καὶ φεύξονται ἀπὸ προσώπ


( )
14,4 καὶ ἐπακολουθήσαντες ὑμεῖς καὶ πάντες οἱ κατοικοῦντες πᾶν ὅριον Ισραηλ καταστρώσατε αὐτοὺς ἐν ταῖς ὁδοῖς αὐτῶν. ( ) 14,5 πρὸ δὲ τοῦ ποιῆσαι ταῦτα καλέσατέ μοι Αχιωρ τὸν Αμμανίτην, ἵνα ἰδὼν ἐπιγνοῖ τὸν ἐκφαυλίσαντα τὸν οἶκον τοῦ Ισραηλ καὶ αὐτὸν ὡς εἰς θάνατον ἀποστείλαντα εἰς ἡμᾶς. ( ) 14,6 καὶ ἐκάλεσαν τὸν Αχιωρ ἐκ τοῦ οἴκου Οζια· ὡς δὲ ἦλθεν καὶ εἶδεν τὴν κεφαλὴν Ολοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ. ( ) 14,7 ὡς δὲ ἀνέλαβον αὐτόν, προσέπεσεν τοῖς ποσὶν Ιουδιθ καὶ προσεκύνησεν τῷ προσώπῳ αὐτῆς καὶ εἶπεν Εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ιουδα καὶ ἐν παντὶ ἔθνει, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται· ( ) 14,8 καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίησας ἐν ταῖς ἡμέραις ταύταις. καὶ ἀπήγγειλεν αὐτῷ Ιουδιθ ἐν μέσῳ τοῦ λαοῦ πάντα, ὅσα ἦν πεποιηκυῖα ἀφ ἧς ἡμέρας ἐξῆλθεν ἕως οὗ ἐλάλει αὐτοῖς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: