Livre de Judith
13,11 Καὶ εἶπεν Ιουδιθ μακρόθεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν Ἀνοίξατε ἀνοίξατε δὴ τὴν πύλην· μεθ ἡμῶν ὁ θεὸς ὁ θεὸς ἡμῶν ποιῆσαι ἔτι ἰσχὺν ἐν Ισραηλ καὶ κράτος κατὰ τῶν ἐχθρῶν, καθὰ καὶ σήμερον ἐποίησεν. ( ) 13,12 καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως. ( ) 13,13 καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι παράδοξον ἦν αὐτοῖς τὸ ἐλθεῖν αὐτήν, καὶ ἤνοιξαν τὴν πύλην καὶ ὑπεδέξαντο αὐτὰς καὶ ἅψαντες πῦρ εἰς φαῦσιν περιεκύκλωσαν αὐτάς. ( ) 13,14 ἡ δὲ εἶπεν πρὸς αὐτοὺς φωνῇ μεγάλῃ Αἰνεῖτε τὸν θεόν, αἰνεῖτε· αἰνεῖτε τὸν θεόν, ὃς οὐκ ἀπέστησεν τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ισραηλ, ἀλλ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ. ( ) 13,15 καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξεν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ἡ κεφαλὴ Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως Ασσουρ, καὶ ἰδοὺ τὸ κωνώπιον, ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ· καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείας· ( )

13,16 καὶ ζῇ κύριος, ὃς διεφύλαξέν με ἐν τῇ ὁδῷ μου, ᾗ ἐπορεύθην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην.


( )
13,17 καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα καὶ κύψαντες προσεκύνησαν τῷ θεῷ καὶ εἶπαν ὁμοθυμαδόν Εὐλογητὸς εἶ, ὁ θεὸς ἡμῶν ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου. ( ) 13,18 καὶ εἶπεν αὐτῇ Οζιας Εὐλογητὴ σύ, θύγατερ, τῷ θεῷ τῷ ὑψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, καὶ εὐλογημένος κύριος ὁ θεός, ὃς ἔκτισεν τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύθυνέν σε εἰς τραῦμα κεφαλῆς ἄρχοντος ἐχθρῶν ἡμῶν· ( Lc 1,42 , ) 13,19 ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν θεοῦ ἕως αἰῶνος· ( ) 13,20 καὶ ποιήσαι σοι αὐτὰ ὁ θεὸς εἰς ὕψος αἰώνιον τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς, ἀνθ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλ ἐπεξῆλθες τῷ πτώματι ἡμῶν ἐπ εὐθεῖαν πορευθεῖσα ἐνώπιον τοῦ θεοῦ ἡμῶν. καὶ εἶπαν πᾶς ὁ λαός Γένοιτο γένοιτ ( ) 14,1 Καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ Ἀκούσατε δή μου, ἀδελφοί, καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: