Livre de Judith
11,23 καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου· ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας, ὁ θεός σου ἔσται μου θεός, καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονοσορ καθήσῃ καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν. ( ) 12,1 Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ καὶ συνέταξεν καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν. ( ) 12,2 καὶ εἶπεν Ιουδιθ Οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται. ( ) 12,3 καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης Ἐὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς., οὐ γάρ ἐστιν μεθ ἡμῶν ἐκ τοῦ γένους σου. ( ) 12,4 καὶ εἶπεν Ιουδιθ πρὸς αὐτόν Ζῇ ἡ ψυχή σου, κύριέ μου, ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ ἐμοῦ, ἕως ἂν ποιήσῃ κύριος ἐν χειρί μου ἃ ἐβουλεύσατο. ( )

12,5 καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ολοφέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν.


( )
12,6 καὶ ἀπέστειλεν πρὸς Ολοφέρνην λέγουσα Ἐπιταξάτω δὴ ὁ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν· ( ) 12,7 καὶ προσέταξεν Ολοφέρνης τοῖς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν. καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς· καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλουα καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· ( ) 12,8 καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ κυρίου θεοῦ Ισραηλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ· ( ) 12,9 καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν ἐν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν. ( ) 12,10 Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ολοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν κλῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: