Livre de Judith
7,31 ἐὰν δὲ διέλθωσιν αὗται καὶ μὴ ἔλθῃ ἐφ ἡμᾶς βοήθεια, ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν. ( ) 7,32 καὶ ἐσκόρπισεν τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν, καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἀπέστειλαν· καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει. ( ) 8,1 Καὶ ἤκουσεν ἐν ἐκείναις ταῖς ἡμέραις Ιουδιθ θυγάτηρ Μεραρι υἱοῦ Ωξ υἱοῦ Ιωσηφ υἱοῦ Οζιηλ υἱοῦ Ελκια υἱοῦ Ανανιου υἱοῦ Γεδεων υἱοῦ Ραφαιν υἱοῦ Αχιτωβ υἱοῦ Ηλιου υἱοῦ Χελκιου υἱοῦ Ελιαβ υἱοῦ Ναθαναηλ υἱοῦ Σαλαμιηλ υἱοῦ Σαρασαδαι υἱοῦ Ισραηλ. ( ) 8,2 καὶ ὁ ἀνὴρ αὐτῆς Μανασσης τῆς φυλῆς αὐτῆς καὶ τῆς πατριᾶς αὐτῆς· καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμοῦ κριθῶν· ( ) 8,3 ἐπέστη γὰρ ἐπὶ τοὺς δεσμεύοντας τὰ δράγματα ἐν τῷ πεδίῳ, καὶ ὁ καύσων ἦλθεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην αὐτοῦ καὶ ἐτελεύτησεν ἐν Βαιτυλουα τῇ πόλει αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ τῷ ἀνὰ μέσον Δωθαιμ καὶ Βαλα ( )

8,4 καὶ ἦν Ιουδιθ ἐν τῷ οἴκῳ αὐτῆς χηρεύουσα ἔτη τρία καὶ μῆνας τέσσαρας.


19835 Bible des Peuples sur titre chapitre 2023-11-11: Judith : la Juive dont la foi est sans faille

2672 Bible des peuples sur verset 2018-11-29: Le Seigneur réalise ses plans en se servant des humbles ; il révèle ses mystères aux petits et aux humbles ( Matthieu 11.25-30). Nous observons cette façon d’agir de Dieu dans toute la Bible : par exemple, le choix de David ( 1Samuel 16) ou ce qui nous est raconté dans 1Maccabées 3.18-22. Malgré sa fortune, Judith est une femme insignifiante face à la puissance militaire d’Holoferne. Qui êtes-vous pour mettre Dieu à l’épreuve ? Ce qui ressort du discours de Judith aux dirigeants de la ville, c’est une attitude de fidélité à Dieu. Elle leur reproche de vouloir imposer des délais à Dieu pour qu’il réalise leurs plans humains. Beaucoup de chrétiens d’aujourd’hui font la même chose avec leurs promesses à Dieu quand ils veulent le forcer à leur accorder une faveur particulière. Si nous capitulons, toute la Judée tombera. Ceux qui ont des problèmes ne doivent pas seulement penser à leurs propres intérêts, mais aussi à ceux d’autrui. Judith les force à penser au reste de la nation et pas seulement à leur ville, Béthulie. La solidarité nationale leur demande de résister. Que dirait Judith à tant de gens qui ne pensent qu’à accaparer les denrées alimentaires dés que la situation devient menaçante ?

( )
8,5 καὶ ἐποίησεν ἑαυτῇ σκηνὴν ἐπὶ τοῦ δώματος τοῦ οἴκου αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφὺν αὐτῆς σάκκον, καὶ ἦν ἐπ αὐτῆς τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς. ( ) 8,6 καὶ ἐνήστευε πάσας τὰς ἡμέρας τῆς χηρεύσεως αὐτῆς χωρὶς προσαββάτων καὶ σαββάτων καὶ προνουμηνιῶν καὶ νουμηνιῶν καὶ ἑορτῶν καὶ χαρμοσυνῶν οἴκου Ισραηλ. ( ) 8,7 καὶ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα· καὶ ὑπελίπετο αὐτῇ Μανασσης ὁ ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς, καὶ ἔμενεν ἐπ αὐτῶν. ( ) 8,8 καὶ οὐκ ἦν ὃς ἐπήνεγκεν αὐτῇ ῥῆμα πονηρόν, ὅτι ἐφοβεῖτο τὸν θεὸν σφόδρα. ( ) 8,9 καὶ ἤκουσεν τὰ ῥήματα τοῦ λαοῦ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα, ὅτι ὠλιγοψύχησαν ἐν τῇ σπάνει τῶν ὑδάτων, καὶ ἤκουσεν πάντας τοὺς λόγους Ιουδιθ, οὓς ἐλάλησεν πρὸς αὐτοὺς Οζιας, ὡς ὤμοσεν αὐτοῖς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοῖς Ἀσσυρίοις· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: