Livre de Judith
2,12 ὅτι ζῶν ἐγὼ καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα καὶ ποιήσω ταῦτα ἐν χειρί μου. ( ) 2,13 καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλὰ ἐπιτελῶν ἐπιτελέσεις καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά. ( ) 2,14 καὶ ἐξῆλθεν Ολοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ καὶ ἐκάλεσεν πάντας τοὺς δυνάστας καὶ τοὺς στρατηγοὺς καὶ ἐπιστάτας τῆς δυνάμεως Ασσουρ ( ) 2,15 καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ, εἰς μυριάδας δέκα δύο καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους, ( ) 2,16 καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται. ( )

2,17 καὶ ἔλαβεν καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν, ὧν οὐκ ἦν ἀριθμός,


( )
2,18 καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα. ( ) 2,19 καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονοσορ καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἅρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν· ( ) 2,20 καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς συνεξῆλθον αὐτοῖς καὶ ὡς ἡ ἄμμος τῆς γῆς, οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν. ( ) 2,21 καὶ ἀπῆλθον ἐκ Νινευη ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βεκτιλεθ καὶ ἐπεστρατοπέδευσαν ἀπὸ Βεκτιλεθ πλησίον τοῦ ὄρους τοῦ ἐπ ἀριστερᾷ τῆς ἄνω Κιλικίας. ( ) 2,22 καὶ ἔλαβεν πᾶσαν τὴν δύναμιν αὐτοῦ, τοὺς πεζοὺς καὶ τοὺς ἱππεῖς καὶ τὰ ἅρματα αὐτοῦ, καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: