Livre de Judith
1,12 καὶ ἐθυμώθη Ναβουχοδονοσορ ἐπὶ πᾶσαν τὴν γῆν ταύτην σφόδρα καὶ ὤμοσε κατὰ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας ἀνελεῖν τῇ ῥομφαίᾳ αὐτοῦ καὶ πάντας τοὺς κατοικοῦντας ἐν γῇ Μωαβ καὶ τοὺς υ ( ) 1,13 καὶ παρετάξατο ἐν τῇ δυνάμει αὐτοῦ πρὸς Αρφαξαδ βασιλέα ἐν τῷ ἔτει τῷ ἑπτακαιδεκάτῳ καὶ ἐκραταιώθη ἐν τῷ πολέμῳ αὐτοῦ καὶ ἀνέστρεψεν πᾶσαν τὴν δύναμιν Αρφαξαδ καὶ πᾶσαν τὴν ἵππον αὐτοῦ καὶ πάντα τὰ ἅρματα αὐτοῦ ( ) 1,14 καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ καὶ ἀφίκετο ἕως Ἐκβατάνων καὶ ἐκράτησε τῶν πύργων καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτῆς καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτῆς ( ) 1,15 καὶ ἔλαβε τὸν Αρφαξαδ ἐν τοῖς ὄρεσι Ραγαυ καὶ κατηκόντισεν αὐτὸν ἐν ταῖς σιβύναις αὐτοῦ καὶ ἐξωλέθρευσεν αὐτὸν ἕως τῆς ἡμέρας ἐκείνης. ( ) 1,16 καὶ ἀνέστρεψεν μετ αὐτῶν αὐτὸς καὶ πᾶς ὁ σύμμικτος αὐτοῦ, πλῆθος ἀνδρῶν πολεμιστῶν πολὺ σφόδρα, καὶ ἦν ἐκεῖ ῥᾳθυμῶν καὶ εὐωχούμενος αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ ἐφ ἡμέρας ἑκατὸν εἴκοσι. ( )

2,1 Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησεν.


2670 Bible des peuples sur verset 2018-11-29: Nabukodonozor, roi de Ninive, exige qu’on le reconnaisse comme le seul dieu : on s’y oppose. Le roi envoie ses armées pour forcer les peuples à lui obéir ; il est vainqueur du puissant roi des Mèdes, mais le peuple juif, seul entre tous les autres, refuse de se soumettre.

( )
2,2 καὶ συνεκάλεσεν πάντας τοὺς θεράποντας αὐτοῦ καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ καὶ ἔθετο μετ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ καὶ συνετέλεσεν πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ, ( ) 2,3 καὶ αὐτοὶ ἔκριναν ὀλεθρεῦσαι πᾶσαν σάρκα οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. ( ) 2,4 καὶ ἐγένετο ὡς συνετέλεσεν τὴν βουλὴν αὐτοῦ, ἐκάλεσεν Ναβουχοδονοσορ βασιλεὺς Ἀσσυρίων τὸν Ολοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ δεύτερον ὄντα μετ αὐτὸν καὶ εἶπεν πρὸς αὐτόν ( ) 2,5 Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς Ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου καὶ λήμψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύι αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι καὶ πλῆθος ἵππων σὺν ἀναβάταις χιλιάδας δέκα δύο, ( ) 2,6 καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμάς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: