Livre de Tobie
12,9 ἐλεημοσύνη γὰρ ἐκ θανάτου ῥύεται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς· ( ) 12,10 οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσιν τῆς ἑαυτῶν ζωῆς. ( ) 12,11 οὐ μὴ κρύψω ἀφ ὑμῶν πᾶν ῥῆμα· εἴρηκα δή Μυστήριον βασιλέως κρύψαι καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως. ( ) 12,12 καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σαρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως συμπαρήμην σοι. ( ) 12,13 καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην. ( )

12,14 καὶ νῦν ἀπέστειλέν με ὁ θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σαρραν.


( )
12,15 ἐγώ εἰμι Ραφαηλ, εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων, οἳ προσαναφέρουσιν τὰς προσευχὰς τῶν ἁγίων καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου. ( ) 12,16 Καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν. ( ) 12,17 καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα. ( ) 12,18 ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι, ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ ἡμῶν ἦλθον· ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα. ( ) 12,19 πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: