Livre de la Genèse
42,36 εἶπεν δὲ αὐτοῖς Ιακωβ ὁ πατὴρ αὐτῶν Ἐμὲ ἠτεκνώσατε· Ιωσηφ οὐκ ἔστιν, Συμεων οὐκ ἔστιν, καὶ τὸν Βενιαμιν λήμψεσθε· ἐπ ἐμὲ ἐγένετο πάντα ταῦτα. ( ) 42,37 εἶπεν δὲ Ρουβην τῷ πατρὶ αὐτοῦ λέγων Τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ. ( ) 42,38 ὁ δὲ εἶπεν Οὐ καταβήσεται ὁ υἱός μου μεθ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ᾗ ἂν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. ( ) 43,1 Ὁ δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς. ( ) 43,2 ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον, ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν Πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα. ( )

43,3 εἶπεν δὲ αὐτῷ Ιουδας λέγων Διαμαρτυρίᾳ διαμεμαρτύρηται ἡμῖν ὁ ἄνθρωπος λέγων Οὐκ ὄψεσθε τὸ πρόσωπόν μου, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ ὑμῶν ᾖ.


( )
43,4 εἰ μὲν οὖν ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν μεθ ἡμῶν, καταβησόμεθα καὶ ἀγοράσωμέν σοι βρώματα· ( ) 43,5 εἰ δὲ μὴ ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν μεθ ἡμῶν, οὐ πορευσόμεθα· ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν λέγων Οὐκ ὄψεσθέ μου τὸ πρόσωπον, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ ὑμῶν ᾖ. ( ) 43,6 εἶπεν δὲ Ισραηλ Τί ἐκακοποιήσατέ με ἀναγγείλαντες τῷ ἀνθρώπῳ εἰ ἔστιν ὑμῖν ἀδελφός., ( ) 43,7 οἱ δὲ εἶπαν Ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων Εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ., εἰ ἔστιν ὑμῖν ἀδελφός., καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην. μὴ ᾔδειμεν εἰ ἐρεῖ ἡμῖν Ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν., ( ) 43,8 εἶπεν δὲ Ιουδας πρὸς Ισραηλ τὸν πατέρα αὐτοῦ Ἀπόστειλον τὸ παιδάριον μετ ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: