Livre de Tobie
10,13 καὶ Εδνα εἶπεν πρὸς Τωβιαν Ἄδελφε ἀγαπητέ, ἀποκαταστήσαι σε ὁ κύριος τοῦ οὐρανοῦ καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σαρρας τῆς θυγατρός μου, ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ κυρίου· καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ, μὴ λυπήσῃς αὐτήν. ( ) 10,14 μετὰ ταῦτα ἐπορεύετο Τωβιας εὐλογῶν τὸν θεόν, ὅτι εὐόδωσεν τὴν ὁδὸν αὐτοῦ, καὶ κατευλόγει Ραγουηλ καὶ Εδναν τὴν γυναῖκα αὐτοῦ. ( ) 11,1 Καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτοὺς εἰς Νινευη. καὶ εἶπεν Ραφαηλ πρὸς Τωβιαν ( ) 11,2 Οὐ γινώσκεις, ἄδελφε, πῶς ἀφῆκας τὸν πατέρα σου., ( ) 11,3 προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν· ( )

11,4 λαβὲ δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθύος. καὶ ἐπορεύθησαν, καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν.


( )
11,5 καὶ Αννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς· ( ) 11,6 καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπεν τῷ πατρὶ αὐτοῦ Ἰδοὺ ὁ υἱός σου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ αὐτοῦ. ( ) 11,7 καὶ Ραφαηλ εἶπεν Ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου· ( ) 11,8 σὺ οὖν ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖ τὰ λευκώματα καὶ ὄψεταί σε. ( ) 11,9 καὶ προσδραμοῦσα Αννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ Εἶδόν σε, παιδίον, ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι. καὶ ἔκλαυσαν ἀμφότεροι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: