Livre de Tobie
8,16 εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ ἡμῶν. ( ) 8,17 εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους. ( ) 8,18 ἐκέλευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον. ( ) 8,19 Καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δέκα τεσσάρων. ( ) 8,20 καὶ εἶπεν αὐτῷ Ραγουηλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελθεῖν αὐτόν, ἐὰν μὴ πληρωθῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου, ( )

8,21 καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μετὰ ὑγιείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπά, ὅταν ἀποθάνω καὶ ἡ γυνή μου.


( )
9,1 Καὶ ἐκάλεσεν Τωβιας τὸν Ραφαηλ καὶ εἶπεν αὐτῷ ( ) 9,2 Αζαρια ἄδελφε, λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδίας παρὰ Γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον· ( ) 9,3 διότι ὀμώμοκεν Ραγουηλ μὴ ἐξελθεῖν με, ( ) 9,4 καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν. ( ) 9,5 καὶ ἐπορεύθη Ραφαηλ καὶ ηὐλίσθη παρὰ Γαβαήλῳ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: