Livre de Tobie
8,15 καὶ εὐλόγησεν Ραγουηλ τὸν θεὸν λέγων Εὐλογητὸς εἶ σύ, ὁ θεός, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ, καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας. ( ) 8,16 εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ ἡμῶν. ( ) 8,17 εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους. ( ) 8,18 ἐκέλευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον. ( ) 8,19 Καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δέκα τεσσάρων. ( )

8,20 καὶ εἶπεν αὐτῷ Ραγουηλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως μὴ ἐξελθεῖν αὐτόν, ἐὰν μὴ πληρωθῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου,


( )
8,21 καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μετὰ ὑγιείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπά, ὅταν ἀποθάνω καὶ ἡ γυνή μου. ( ) 9,1 Καὶ ἐκάλεσεν Τωβιας τὸν Ραφαηλ καὶ εἶπεν αὐτῷ ( ) 9,2 Αζαρια ἄδελφε, λαβὲ μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδίας παρὰ Γαβαηλ καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε εἰς τὸν γάμον· ( ) 9,3 διότι ὀμώμοκεν Ραγουηλ μὴ ἐξελθεῖν με, ( ) 9,4 καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: