Livre de Tobie
8,8 καὶ εἶπεν μετ αὐτοῦ Αμην. ( ) 8,9 καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα. ( ) 8,10 Καὶ ἀναστὰς Ραγουηλ ἐπορεύθη καὶ ὤρυξεν τάφον λέγων Μὴ καὶ οὗτος ἀποθάνῃ. ( ) 8,11 καὶ ἦλθεν Ραγουηλ εἰς τὴν οἰκίαν ἑαυτοῦ ( ) 8,12 καὶ εἶπεν Εδνα τῇ γυναικὶ αὐτοῦ Ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ ἰδέτωσαν εἰ ζῇ· εἰ δὲ μή, ἵνα θάψωμεν αὐτὸν καὶ μηδεὶς γνῷ. ( )

8,13 καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν καὶ εὗρεν τοὺς δύο καθεύδοντας.


( )
8,14 καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς ὅτι ζῇ. ( ) 8,15 καὶ εὐλόγησεν Ραγουηλ τὸν θεὸν λέγων Εὐλογητὸς εἶ σύ, ὁ θεός, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ καὶ ἁγίᾳ, καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, καὶ πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας. ( ) 8,16 εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ ἡμῶν. ( ) 8,17 εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγιείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους. ( ) 8,18 ἐκέλευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: