Livre de Tobie
7,16 καὶ ἐποίησεν ὡς εἶπεν καὶ εἰσήγαγεν αὐτὴν ἐκεῖ, καὶ ἔκλαυσεν· καὶ ἀπεδέξατο τὰ δάκρυα τῆς θυγατρὸς αὐτῆς καὶ εἶπεν αὐτῇ ( ) 7,17 Θάρσει, τέκνον, ὁ κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς δῴη σοι χάριν ἀντὶ τῆς λύπης σου ταύτης θάρσει, θύγατερ. ( ) 8,1 Ὅτε δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβιαν πρὸς αὐτήν. ( ) 8,2 ὁ δὲ πορευόμενος ἐμνήσθη τῶν λόγων Ραφαηλ καὶ ἔλαβεν τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκεν τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἐκάπνισεν. ( ) 8,3 ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου, καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος. ( )

8,4 ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβιας ἀπὸ τῆς κλίνης καὶ εἶπεν Ἀνάστηθι, ἀδελφή, καὶ προσευξώμεθα, ἵνα ἡμᾶς ἐλεήσῃ ὁ κύριος.


( )
8,5 καὶ ἤρξατο Τωβιας λέγειν Εὐλογητὸς εἶ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου. ( ) 8,6 σὺ ἐποίησας Αδαμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Ευαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα. σὺ εἶπας Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ. ( ) 8,7 καὶ νῦν, κύριε, οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλ ἐπ ἀληθείας· ἐπίταξον ἐλεῆσαί με καὶ ταύτῃ συγκαταγηρᾶσαι. ( ) 8,8 καὶ εἶπεν μετ αὐτοῦ Αμην. ( ) 8,9 καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: