Livre de Tobie
7,1 Καὶ ἦλθον εἰς Ἐκβάτανα καὶ παρεγένοντο εἰς τὴν οἰκίαν Ραγουηλ, Σαρρα δὲ ὑπήντησεν αὐτοῖς καὶ ἐχαιρέτισεν αὐτοὺς καὶ αὐτοὶ αὐτήν, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν. ( ) 7,2 καὶ εἶπεν Ραγουηλ Εδνα τῇ γυναικὶ αὐτοῦ Ὡς ὅμοιος ὁ νεανίσκος Τωβιτ τῷ ἀνεψιῷ μου. ( ) 7,3 καὶ ἠρώτησεν αὐτοὺς Ραγουηλ Πόθεν ἐστέ, ἀδελφοί., καὶ εἶπαν αὐτῷ Ἐκ τῶν υἱῶν Νεφθαλι τῶν αἰχμαλώτων ἐν Νινευη. ( ) 7,4 καὶ εἶπεν αὐτοῖς Γινώσκετε Τωβιτ τὸν ἀδελφὸν ἡμῶν., οἱ δὲ εἶπαν Γινώσκομεν. ( ) 7,5 καὶ εἶπεν αὐτοῖς Ὑγιαίνει., οἱ δὲ εἶπαν Καὶ ζῇ καὶ ὑγιαίνει· καὶ εἶπεν Τωβιας Πατήρ μού ἐστιν. ( )

7,6 καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσε καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀνθρώπου· καὶ ἀκούσας ὅτι Τωβιτ ἀπώλεσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐλυπήθη καὶ ἔκλαυσεν.


( )
7,7 καὶ Εδνα ἡ γυνὴ αὐτοῦ καὶ Σαρρα ἡ θυγάτηρ αὐτοῦ ἔκλαυσαν καὶ ὑπεδέξαντο αὐτοὺς προθύμως. ( ) 7,8 καὶ ἔθυσαν κριὸν προβάτων καὶ παρέθηκαν ὄψα πλείονα. ( ) 7,9 Εἶπεν δὲ Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε, λάλησον ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορείᾳ, καὶ τελεσθήτω τὸ πρᾶγμα. ( ) 7,10 καὶ μετέδωκεν τὸν λόγον τῷ Ραγουηλ. καὶ εἶπεν Ραγουηλ πρὸς Τωβιαν Φάγε καὶ πίε καὶ ἡδέως γίνου· σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβεῖν· πλὴν ὑποδείξω σοι τὴν ἀλήθειαν. ( ) 7,11 ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν, καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν, ἀπεθνῄσκοσαν ὑπὸ τὴν νύκτα. ἀλλὰ τὸ νῦν ἔχων ἡδέως γίνου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: