Livre de Tobie
6,14 τότε εἶπεν τὸ παιδάριον τῷ ἀγγέλῳ Αζαρια ἄδελφε, ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσθαι ἑπτὰ ἀνδράσιν καὶ πάντας ἐν τῷ νυμφῶνι ἀπολωλότας. ( ) 6,15 καὶ νῦν ἐγὼ μόνος εἰμὶ τῷ πατρὶ καὶ φοβοῦμαι μὴ εἰσελθὼν ἀποθάνω καθὼς καὶ οἱ πρότεροι, ὅτι δαιμόνιον φιλεῖ αὐτήν, ὃ οὐκ ἀδικεῖ οὐδένα πλὴν τῶν προσαγόντων αὐτῇ. καὶ νῦν ἐγὼ φοβοῦμαι μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ ὀδύ ( ) 6,16 εἶπεν δὲ αὐτῷ ὁ ἄγγελος Οὐ μέμνησαι τῶν λόγων, ὧν ἐνετείλατό σοι ὁ πατήρ σου ὑπὲρ τοῦ λαβεῖν σε γυναῖκα ἐκ τοῦ γένους σου., καὶ νῦν ἄκουσόν μου, ἄδελφε, διότι σοὶ ἔσται εἰς γυναῖκα, καὶ τοῦ δαιμονίου μηδένα λόγον ἔχε, ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι αὕ ( ) 6,17 καὶ ἐὰν εἰσέλθῃς εἰς τὸν νυμφῶνα, λήμψῃ τέφραν θυμιαμάτων καὶ ἐπιθήσεις ἀπὸ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ καπνίσεις, καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκ ἐπανελεύσεται τὸν αἰῶνα τοῦ αἰῶνος. ( ) 6,18 ὅταν δὲ προσπορεύῃ αὐτῇ, ἐγέρθητε ἀμφότεροι καὶ βοήσατε πρὸς τὸν ἐλεήμονα θεόν, καὶ σώσει ὑμᾶς καὶ ἐλεήσει· μὴ φοβοῦ, ὅτι σοὶ αὐτὴ ἡτοιμασμένη ἦν ἀπὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ πορεύσεται μετὰ σοῦ, καὶ ὑπολαμβάνω ὅτι σοὶ ἔσται ἐξ αὐτῆς παιδία. ( )

6,19 καὶ ὡς ἤκουσεν Τωβιας ταῦτα, ἐφίλησεν αὐτήν, καὶ ἡ ψυχὴ αὐτοῦ ἐκολλήθη αὐτῇ σφόδρα.


( )
7,1 Καὶ ἦλθον εἰς Ἐκβάτανα καὶ παρεγένοντο εἰς τὴν οἰκίαν Ραγουηλ, Σαρρα δὲ ὑπήντησεν αὐτοῖς καὶ ἐχαιρέτισεν αὐτοὺς καὶ αὐτοὶ αὐτήν, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν. ( ) 7,2 καὶ εἶπεν Ραγουηλ Εδνα τῇ γυναικὶ αὐτοῦ Ὡς ὅμοιος ὁ νεανίσκος Τωβιτ τῷ ἀνεψιῷ μου. ( ) 7,3 καὶ ἠρώτησεν αὐτοὺς Ραγουηλ Πόθεν ἐστέ, ἀδελφοί., καὶ εἶπαν αὐτῷ Ἐκ τῶν υἱῶν Νεφθαλι τῶν αἰχμαλώτων ἐν Νινευη. ( ) 7,4 καὶ εἶπεν αὐτοῖς Γινώσκετε Τωβιτ τὸν ἀδελφὸν ἡμῶν., οἱ δὲ εἶπαν Γινώσκομεν. ( ) 7,5 καὶ εἶπεν αὐτοῖς Ὑγιαίνει., οἱ δὲ εἶπαν Καὶ ζῇ καὶ ὑγιαίνει· καὶ εἶπεν Τωβιας Πατήρ μού ἐστιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: