Livre de Tobie
5,2 ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν., ( ) 5,3 καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ Ζήτησον σεαυτῷ ἄνθρωπον, ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισθόν, ἕως ζῶ· καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον. ( ) 5,4 καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρεν τὸν Ραφαηλ, ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει· ( ) 5,5 καὶ εἶπεν αὐτῷ Εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων., ( ) 5,6 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαηλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην. ( )

5,7 καὶ εἶπεν αὐτῷ Τωβιας Ὑπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί μου.


( )
5,8 καὶ εἶπεν αὐτῷ Πορεύου καὶ μὴ χρονίσῃς. ( ) 5,9 καὶ εἰσελθὼν εἶπεν τῷ πατρί Ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι. ὁ δὲ εἶπεν Φώνησον αὐτὸν πρός με, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ. ( ) 5,10 καὶ ἐκάλεσεν αὐτόν, καὶ εἰσῆλθεν, καὶ ἠσπάσαντο ἀλλήλους. ( ) 5,11 καὶ εἶπεν αὐτῷ Τωβιτ Ἄδελφε, ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατρίδος σὺ εἶ., ὑπόδειξόν μοι. ( ) 5,12 καὶ εἶπεν αὐτῷ Φυλὴν καὶ πατριὰν σὺ ζητεῖς ἢ μίσθιον, ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου., καὶ εἶπεν αὐτῷ Τωβιτ Βούλομαι, ἄδελφε, ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: