Livre de Tobie
4,19 καὶ ἐν παντὶ καιρῷ εὐλόγει κύριον τὸν θεὸν καὶ παρ αὐτοῦ αἴτησον ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται, καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωθῶσιν· διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν, ἀλλὰ αὐτὸς ὁ κύριος δίδωσιν πάντα τὰ ἀγαθὰ καὶ ὃν ἐὰν θέλῃ, ταπεινοῖ, καθὼς βού ( ) 4,20 καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου, ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρια ἐν Ῥάγοις τῆς Μηδίας. ( ) 4,21 καὶ μὴ φοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν· ὑπάρχει σοι πολλά, ἐὰν φοβηθῇς τὸν θεὸν καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ. ( ) 5,1 Καὶ ἀποκριθεὶς Τωβιας εἶπεν αὐτῷ Πάτερ, ποιήσω πάντα, ὅσα ἐντέταλσαί μοι· ( ) 5,2 ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν., ( )

5,3 καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ Ζήτησον σεαυτῷ ἄνθρωπον, ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισθόν, ἕως ζῶ· καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον.


( )
5,4 καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρεν τὸν Ραφαηλ, ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει· ( ) 5,5 καὶ εἶπεν αὐτῷ Εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων., ( ) 5,6 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαηλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην. ( ) 5,7 καὶ εἶπεν αὐτῷ Τωβιας Ὑπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί μου. ( ) 5,8 καὶ εἶπεν αὐτῷ Πορεύου καὶ μὴ χρονίσῃς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: