Livre de Tobie
4,10 διότι ἐλεημοσύνη ἐκ θανάτου ῥύεται καὶ οὐκ ἐᾷ εἰσελθεῖν εἰς τὸ σκότος· ( ) 4,11 δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ ὑψίστου. ( ) 4,12 πρόσεχε σεαυτῷ, παιδίον, ἀπὸ πάσης πορνείας καὶ γυναῖκα πρῶτον λαβὲ ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου· μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν, ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου, διότι υἱοὶ προφητῶν ἐσμεν. Νωε, Αβρααμ, Ισαακ, Ιακωβ οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος ( ) 4,13 καὶ νῦν, παιδίον, ἀγάπα τοὺς ἀδελφούς σου καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα, διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπώλεια καὶ ἀκαταστασία πολλή, καὶ ἐν τῇ ἀχρειότητι ἐλάττωσις κα ( ) 4,14 μισθὸς παντὸς ἀνθρώπου, ὃς ἐὰν ἐργάσηται, παρὰ σοὶ μὴ αὐλισθήτω, ἀλλὰ ἀπόδος αὐτῷ παραυτίκα, καὶ ἐὰν δουλεύσῃς τῷ θεῷ, ἀποδοθήσεταί σοι. πρόσεχε σεαυτῷ, παιδίον, ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου. ( )

4,15 καὶ ὃ μισεῖς, μηδενὶ ποιήσῃς. οἶνον εἰς μέθην μὴ πίῃς, καὶ μὴ πορευθήτω μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου.


( )
4,16 ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς· πᾶν, ὃ ἐὰν περισσεύσῃ σοι, ποίει ἐλεημοσύνην, καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην. ( ) 4,17 ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς. ( ) 4,18 συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης. ( ) 4,19 καὶ ἐν παντὶ καιρῷ εὐλόγει κύριον τὸν θεὸν καὶ παρ αὐτοῦ αἴτησον ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται, καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωθῶσιν· διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν, ἀλλὰ αὐτὸς ὁ κύριος δίδωσιν πάντα τὰ ἀγαθὰ καὶ ὃν ἐὰν θέλῃ, ταπεινοῖ, καθὼς βού ( ) 4,20 καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου, ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρια ἐν Ῥάγοις τῆς Μηδίας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 2 document(s) de référence: Catéchisme de l'Eglise Catholique § 1789, Fratelli tutti § 59,