Livre de Néhémie
12,18 τῷ Βαλγα Σαμουε, τῷ Σεμεια Ιωναθαν, ( ) 12,19 τῷ Ιωιαριβ Μαθθαναι, τῷ Ιδια Οζι, ( ) 12,20 τῷ Σαλλαι Καλλαι, τῷ Αμουκ Αβεδ, ( ) 12,21 τῷ Ελκια Ασαβιας, τῷ Ιεδειου Ναθαναηλ. ( ) 12,22 οἱ Λευῖται ἐν ἡμέραις Ελιασιβ, Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν, καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου· ( )

12,23 υἱοὶ Λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ιωαναν υἱοῦ Ελισουβ.


( )
12,24 καὶ ἄρχοντες τῶν Λευιτῶν· Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερίαν ( ) 12,25 ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς ( ) 12,26 ἐν ἡμέραις Ιωακιμ υἱοῦ Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια, καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς. ( ) 12,27 Καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ᾠδαῖς, κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι. ( ) 12,28 καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: